Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.128 Joseph. BJ 4.135 (English) >>Joseph. BJ 4.142

4.133καὶ στάσις μὲν ἦν πανταχοῦ, τὸ νεωτερίζον δὲ καὶ τῶν ὅπλων ἐπιθυμοῦν ἐπεκράτει νεότητι καὶ τόλμῃ γηραιῶν καὶ σωφρόνων. 4.134ἐτράποντο δὲ πρῶτον μὲν εἰς ἁρπαγὰς ἕκαστοι τῶν ἐπιχωρίων, ἔπειτα συντασσόμενοι κατὰ λόχους ἐπὶ λῃστείαν τῶν κατὰ τὴν χώραν, ὡς ὠμότητος καὶ παρανομίας ἕνεκεν αὐτοῖς μηδὲν Ῥωμαίων τοὺς ὁμοφύλους διαφέρειν καὶ πολὺ τοῖς πορθουμένοις κουφοτέραν δοκεῖν τὴν ὑπὸ Ῥωμαίοις ἅλωσιν. 4.135

Οἱ φρουροὶ δὲ τῶν πόλεων τὰ μὲν ὄκνῳ τοῦ κακοπαθεῖν, τὰ δὲ μίσει τοῦ ἔθνους οὐδὲν μικρὰ προσήμυνον τοῖς κακουμένοις, μέχρι κόρῳ τῶν κατὰ τὴν χώραν ἁρπαγῶν ἀθροισθέντες οἱ τῶν πανταχοῦ συνταγμάτων ἀρχιλῃσταὶ καὶ γενόμενοι πονηρίας στῖφος εἰς τὰ Ἱεροσόλυμα παρεισφθείρονται, 4.136πόλιν ἀστρατήγητον καὶ πατρίῳ μὲν ἔθει πᾶν ἀπαρατηρήτως δεχομένην τὸ ὁμόφυλον, τότε δʼ οἰομένων ἁπάντων τοὺς ἐπιχεομένους πάντας ἀπʼ εὐνοίας ἥκειν συμμάχους. 4.137 δὴ καὶ δίχα τῆς στάσεως ὕστερον ἐβάπτισεν τὴν

-- --

πόλιν· πλήθει γὰρ ἀχρήστῳ καὶ ἀργῷ προεξαναλώθη τὰ τοῖς μαχίμοις διαρκεῖν δυνάμενα, καὶ πρὸς τῷ πολέμῳ στάσιν τε ἑαυτοῖς καὶ λιμὸν ἐπικατεσκεύασαν. 4.138

Ἄλλοι τε ἀπὸ τῆς χώρας λῃσταὶ παρελθόντες εἰς τὴν πόλιν καὶ τοὺς ἔνδον προσλαβόντες χαλεπωτέρους οὐδὲν ἔτι τῶν δεινῶν παρίεσαν·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.128 Joseph. BJ 4.135 (English) >>Joseph. BJ 4.142

Powered by PhiloLogic